Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.24.1 | Hdt. 1.24.7 (English) | >>Hdt. 1.26.2 |
1.24.5 καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ , ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα . τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην , στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον , τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ .
1.24.6 καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον , τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον . ἀποβάντα δὲ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ , καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός .
1.24.7 Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα , ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων . ὡς δὲ ἄρα παρεῖναι αὐτούς , κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος . φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι , ἐπιφανῆναί σφι τὸν Ἀρίονα ὥσπερ ἔχων ἐξεπήδησε · καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι .
1.24.8 ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι , καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ , ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος .
ch. 25
1.25.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.24.1 | Hdt. 1.24.7 (English) | >>Hdt. 1.26.2 |